<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 13 = Perry 549

Μῦθος ὁ τοῦ ἵππου παραινῶν σκοπεῖν τὰ ἀνθρώπινα.
Ἴππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶν' ἀντὶ μάχης ἐλάμβανεν. ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκάζετο, τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο: << ἐμοί - λέγων - ὦ μυλωρέ, στρατεύεσθαι μὲν ὑπῆρχε τὸ πρότερον, κόσμος δὲ παντὶ περιέκειτο σώματι, καὶ θεραπεύων παρηκολούθει τις ἄνθρωπος: νῦν δὲ οὐκ οἶδ' ὅ τι παθών, ἀντιλαμβάνω τὸν μυλῶνα τῆς μάχης. >> καὶ ὁ μυλωρὸς πρὸς αὐτόν: << ἐπίσχες - ἔφη - τὰ πάλαι θρυλῶν. >>
Ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφ' ἑκάτερα φέρειν οἶδε μεταβολήν.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.