<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 18 = Perry 74

Μῦθος ὁ τοῦ ἐλάφου παραινῶν τὴν πεῖραν ἀναμένειν εἰς κρίσιν.
Ἔλαφον τὸ θέρος ἐπὶ ναμάτων ἐκόμιζε χρείαν: ἀφικόμενος δὲ παραστάς, ἑαυτὸν ἐθεᾶτο τοῖς νάμασι, καὶ τὸ μὲν κέρας τῆς πλοκῆς ἀπεθαύμαζε, κατῃτιᾶτο δὲ τῶν ποδῶν τὴν ἀσθένειαν. καὶ τὴν φύσιν κατ' ἄμφω τιμῶντός τε καὶ κακίζοντος, οἱ θηρῶντες προσῄεσαν: ὁ δὲ τοῖς μὲν κατηγορουμένοις διαφεύγει ποσί, τοῖς δὲ ἐπαινουμένοις ἁλίσκεται κέρασιν.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.