<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 2 = Perry 399

Μῦθος τοῦ χηνὸς καὶ τοῦ κύκνου τοὺς νέους εἰς λόγους παρακαλῶν.
Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἄμφω τρέφειν ἐβούλετο. ἔτρεφε δὲ οὐκ ἐφ' ὁμοίοις βουλεύμασι: τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἐκέκτητο χάριν. ὡς δὲ ἔδει τὸν χῆνα ἀποθανεῖν ἐφ' οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον, ὁ κύκνος δὲ ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς ᾠδῇ σημαίνει τὴν φύσιν καὶ τὴν τελευτὴν διαφεύγει τῷ μέλει.
Οὕτως ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.