<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 25 = Perry 156

Μῦθος ὁ τοῦ λύκου παραινῶν μὴ φαύλους εὐεργετεῖν.
Λύκῳ περιπείρεται ὀστέον τῷ φάρυγγι καὶ ἐζήτει τὸν ἰασόμενον. ἑκάστου δὲ τὴν πρὸς αὐτὸν ἴασιν φεύγοντος, μόνη τῶν ἄλλων ἐπὶ μισθῷ ὑπέσχετο ποιήσειν ἡ γέρανος καὶ θεῖσα τὴν κεφαλήν, ἐξαιρεῖται τοῦ πάθους τὸν λύκον: καὶ προσαιτουμένῃ μισθὸν τῆς ἰάσεως, ἀρκούντα μισθὸν ὁ λύκος ἔλεγεν ἔειν τὴν κεφαλὴν ἀπὸ λύκου στόματος ἀκέραιον.
Πονηροὶ σωθέντες ἀδικοῦσι τοὺς σώσαντας.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.