<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 29 = Perry 124

Μῦθος ὁ τοῦ κόρακος καὶ τῆς ἀλώπεκος παραινῶν ἀπατῶσι μὴ πείθεσθαι.
Τῷ κόρακι θήραμα τυρὸς ἦν καὶ ἐν μετεώρῳ φέρων ἐκάθητο. ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει τὸν κόρακα: << τί ταῦτα ; - λέγουσα - μετριότητι μέν, ὦ κόραξ, διενήνοχας σώματος. χροιὰν δὲ φέρεις τῇ τῶν ὀρνέων ἡγεμονίᾳ προσήκουσαν: εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν. >> ταῦτα δὲ εἶπε πρὸς ἀπάτην. ὁ δὲ ὑπαχθείς, τὸν τυρὸν ἐκβαλών, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν, τὴν ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. ἡ δὲ λαβοῦσα: << φωνὴ μέν, ὦ κόραξ, - εἶπε - προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν. >>
Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.