<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 34 = Perry 284

Μῦθος λέοντος καὶ ἀνθρώπου παραινῶν δικαιοσύνην ἀγαπᾶν καὶ μὴ μεγαλαυχεῖν.
Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προήλθον καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρείττον ἀπέφαινε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος: καὶ πρὸς ἐκεῖνον ὁ λέων: << εἰ δὲ καὶ παρ' ἡμῖν ἦσαν γλύφοντες, πλείους ἂν εἴδες ἑαλωκότας ἐκ λεόντων ἀνθρώπους ἢ παρὰ ἀνθρώπων λέοντας. >>
Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.