Aesop's Fables: Aphthonius
Aphthonius 37 = Perry
374
Μῦθος τῆς ἀμπέλου.
Ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν καὶ τὸ βλάστημα: τράγος δέ τις
ὕβρει χρώμενος πλείονι τῆς ἀμπέλου παρέτρωγε καὶ διελυμαίνετο προσιὼν
τοῖς βλαστήμασιν: ἡ δὲ πρὸς αὐτὸν εἶπε: << μένει σε τῆς ὕβρεως δίκη:
σὺ μὲν γὰρ ἔσῃ μικρὸν ὕστερον ἱερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρ' ἐμαυτῆς
ἀντισπείσω τὸν οἶνον. >>
Ἃ δρᾷ τις καὶ πείσεται.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |