Aesop's Fables: Aphthonius
Aphthonius 39 = Perry
158
Μῦθος ὁ τῆς τροφοῦ τοὺ λύκου
τε παραινῶν μὴ ἐλπίδι μένειν πρὸ ἐκβάσεως.
Τηθὴν ἐλύπει δαρκύον παιδίον, ὡς δὲ ἐνοχλούμενον οὐκ ἐπαύετο, ἠπείλει
λύκῳ παραβαλεῖν εἰ μὴ παύσαιτο: λύκος δέ τις παρατυχών, ἔμενε τὸν λόγον
ἐκβῆναι πρὸς ἔργον. καὶ τὸ μὲν παιδίον ἐδεδώκει πρός ὕπνον, κενὸς δὲ ὁ
λύκος ἀπεχώρει θήρας τής τε παρούσης καὶ τὴς ἀλλαχόθεν ἐλπιζομένης γενήσεσθαι.
Ἄπορον ἐλπὶς μὴ προσλαβοῦσα τὴν ἔκβασιν.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |