<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 5 = Perry 280

Μῦθος ὁ τῆς αἰγὸς παραινῶν μὴ κρύπτειν τὰ πρόδηλα.
Αἴγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο πρὸς τὰς λοιπάς: ὡς δέ, φωναῖς καὶ συριγμοῖς χρώμενος, οὐδὲν μᾶλλον ἤνυε, λίθον ἀφεὶς καὶ τοῦ κέρως τυχών, ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. ἡ δέ: << ἀνούστατε - εἶπεν - αἰπόλων, τὸ κέρας κεκράξεται κἂν ἐγὼ σιωπήσωμαι. >>
Οὕτω λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν ἐθέλοντες.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.