Aesop's Fables: Babrius
Babrius 1 = Perry 340
Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων,
τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζώων
φυγή τε πάντων καὶ φόγου δρόμος πλήρης
λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας
αὑτῷ μάχεσθαι. "μεῖνον" εἶπε "μῆ σπεύσῃς"
ἅνθρωπος αὐτῷ, "μήδ' ἐπελπίσης νίκη·
τῷ δ' ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃ
τί σοι ποιητόν ἐστιν." εἶτα τοξεύει
μικρὸν διαστάς. χὠ μὲν οἰστος ἐκρύφθη
λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας
ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας.
τούτου δ' ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει.
ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης,
"οὔ με πλανήσεις" φησίν, "οὐδ' ἐνεδρεύσεις·
ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει,
πῶς αὐτὸς ἤδη φονερός ἐστι γινώσκω."
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|