<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 103 = Perry 142

Λέων ἐπ' ἄργην οὐκέτι σθένων βαίνειν
-- πολλῷ γὰρ ἤδη τῷ χρόνῳ γεγηράκει --
κοίλης ἔσω σπήλυγγος οἷά τις νούσῳ
κάμνων ἐβέβλητ' οὐκ ἀληθὲς ἀσθμαίνων,
φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων.
θηρῶν δ' ἐπ' αὐλὰς ἦλθεν ἄγγελος φήμη,
καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου,
ἐπισκοπήσων δ' εἷς ἕκαστος εἰσῄει.
τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως
κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει.
σοφῆ δ' ἀλώπηξ ὑπενόησε καὶ πόρρω
σταθεῖσα "βασιλεῦ, πῶς ἔχεις;" ἐπηρώτα.
κἀκεῖνος εἶπε "χαῖρε, φιλτάτη ζώων·
τί δ' οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ;
δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις
παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης."
"σώζοιο" φησίν, "ἢν δ' ἄπειμι, συγγνώσῃ·
πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει,
ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις."
Μακάριος ὅστις οὐ προλαμβάνει πταίσας,
ἀλλ' αὐτὸς ἄλλων συμφοραῖς ἐπαιδεύθη.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.