<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 106 = Perry 337

Λέων ποτ' ἀνδρῶν βίον ἄριστον ἐζήλου,
καὶ δὴ κατ' εὐρὺν φωλεὸν διατρίβων,
ὅσων ἀρίστην ὀριτρόφων φύην ἔγνω,
φιλοφρονεῖσθαι γνησίως ἐπειράθη.
πολὺς δ' ὑπὸ σπήλυγγι θαμινὰ παντοίων
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·
ὁ δ' εἱστία τε κἀφίλει νόμῳ ξείνων,
ἅδην τιθεὶς ἅπασι δαῖτα θυμήρη.
φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,
μεθ' ἧς τὰ πολλὰ μειλίχως συνεζήκει.
γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων
κρεῶν τε συσσίτοισι διανέμων μοίρας·
ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης,
ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ,
ὅπερ εἶχεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ·
κερδὼ δ' ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.
καὶ δή ποτ' αὐτὴν προσποιητὰ σιγῶσαν
δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν
λέων τίν' εἶχεν αἰτίην διηρώτα·
"κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθης·
φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον."
ἡ δ' εἶπεν "ὦ φέριστε θηρίων γέννης,
πολλῇ μερίμνῃ καρδίην διαξαίνω·
οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,
τὰ δ' ἔπειτα" φησί "προσκοπουμένη κλαίω.
καθ' ἡμέρην γὰρ εἴ τις ἄλλος, εἶτ' ἄλλος
ξένος πελάζοι, τοῦτο δ' εἰς ἔθος βαίνοι,
τάχ' οὐδ' ἑώλων γεύσομαι κρεῶν ἤδη."
ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας
εἶπεν "πιθήκῳ ταῦτα μηδ' ἐμοὶ μέμφου." 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.