<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 112 = Perry 353

Μῦς ταῦρον ἔδακεν. ὁ δ' ἐδίωκεν ἀλγήσας
τὸν μῦν· φθάσαντος δ' εἰς μυχὸν φυγεῖν τρώγλης,
ὤρυσς' ἐνεστὼς τοῖς κέρασι τοὺς τοίχους,
ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη
παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας
ὁ μῦς ἐφέρπει καὶ πάλιν δακὼν φεύγει.
ὁ δ' εξαναστὰς οὐκ ἔχων ὃ ποιήσει
διηπορεῖτο. τῷ δ' ὁ μῦς ἐπιτρύξας·
"οὐχ ὁ μέγας ἀεὶ δυνατός· ἔσθ' ὅπου μᾶλλον
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει."


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.