<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 31 = Perry 165

Γαλαῖ ποτ' εἶχον καὶ μύες πρὸς ἀλλήλους
ἄσπονδον ἀεὶ πόλεμον αἱμάτων πλήρη.
γαλαῖ δ' ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης
ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην,
ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους,
ἀεὶ δ' ἀτάκτως ὑπομένουσι κινδύνους.
εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ
γνώμῃ τ' ἀρίστους, εἰς μάχην τε γενναίους,
οἵ σφᾶς εκόσμουν καὶ διεῖλον εἰς φρήτρας
λόχους τε καὶ φάλαγγας, ὡς παρ' ἀνθρώποις.
ἐπεὶ δ' ἐτάχθη πάντα καὶ συνηθροίσθη,
καὶ τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας,
οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων
κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις
ἡγοῦντο, παντὸς ἐκφανέστατοι πλήθους.
πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει.
ἄλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις,
τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα
τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν.
[μόνοι θ' ἑάλωσαν αὐτόθι μυχῶν πρόσθεν]
νίκη δ' ἐπ' αὐτοῖς καὶ τρόπαιον εἱστήκει,
γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.
Λέγει δ' ὁ μῦθος "εἰς τὸ ζῆν ἀκινδύνως
τῆς λαμπρότητος ηὑτέλεια βελτίων. 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.