<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 33 = Perry 298

Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δ' ὥρη,
καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας
ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει
μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων
ψᾶρές τ' ὄλεθρος σπερμάτων ἀρουραίων.
τῷ δ' ἠκολούθει σφενδόνην ἔχων κοίλην
παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης
ἤκουον εἰ τὴν σφενδόνην ποτ' ᾐτήκει,
καὶ πρὶν βαλεῖν ἔφευγον. εὗρε δὴ τέχνην
ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας
ἐδίδοσκεν· "ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἥμας
σοφὸν δολῶσαι φῦλον, ἡνίκ' ἂν τοίνυν
ἔλθως', ἐγὼ μέν," εἶπεν, "ἄρτον αἰτήσω,
σὺ δ' οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις."
οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.
ὁ δ' ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην·
οἱ δ' οὐκ ἔφευγον. τῷ δ' ὁ παῖς λίθων πλήρη
τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας
τοῦ μὲν τὸ βρέγμα, τοῦ δ' ἔτυψε τὴν κνήμην,
ἑτέρου τὸν ὦμον, οἱ δ' ἔφευγον ἐκ χώρης.
γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.
καί τις κολοιῶν εἶπε· "φεύγετ' ἀνθρώπων
γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους
λαλεῖν μαθόντων, ἄλλα δ' ἔργα ποιούντων."
[Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.