<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 4 = Perry 282

Ἁλιεὺς σαγήνην ἣν νεωστὶ βεβλήκει
ἀνείλετ'· ὄψου δ' ἔτυχε ποικίλου πλήρης.
τῶν δ' ἰχθύων ὀ λεπτὸς εἰς βυθὸν φεύγων
ὑπεξέδυνε δικτύου πολυτρήτου,
ὁ μέγας δ' ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.
Σωτήριόν πώς ἐστι καὶ κακῶν ἔξω
τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ
σπανίως ἴδοις ἂν ἐκφυγόντα κινδύνους.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.