<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 43 = Perry 74

Ἔλαφος ποδώκης εὔκερως ἀχαιΐνης
λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης.
ἐκεῖ δ' ἑαυτοῦ τὴν σκιὴν θεωρήσας
χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,
ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει·
παρῆν δὲ νέμεσις ἣ τὰ γῆς ἐποπτεύει.
κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης
ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις,
ἰδὼν δ' ἔφευγε, δίψαν οὐδέπω παύσας,
καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις.
ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην,
κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη.
"τί ταῦτ';" ἔφη· "δύστηνος ὡς διεψεύσθην·
οἱ γὰρ πόδες μ' ἔσῳζον, οἷς ἐπῃδούμην,
τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην."
Περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς,
μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων,
μηδ' αὖτ' ἀπογνῷς, μηδ' ἀπελπίσῃς· οὕτω
σφάλλουσιν ἡμᾶς ἐσθ' ὅθ' αἱ πεποιθήσεις.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.