Aesop's Fables: Babrius
Babrius 47 = Perry 53
Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως,
εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων
-- ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν --
ἐκέλευσε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων
δέσμην ἐνεγκεῖν. ἧκὲ τις φέρων ταύτην.
"πειρᾶσθε δὴ μοι, τέκνα, σὺν βίῃ πάσῃ
ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις."
οἱ δ' οὐ γὰρ ἠδύναντο· "κατὰ μίαν τοίνυν
πειρᾶσθ'." ἑακάστης δ' εὐχερῶς καταγείσης,
"ὦ παῖδες, οὕτως" εἶπεν "ἢν μὲν ἀλλήλοις
ὁμοφρονῆτε πάντες, οὐδ' ἂν εἷς ὕμας
βλάψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ·
ἢν δ' ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην,
πείσεσθ' ἕκαστος ταὐτὰ τῇ μιῇ ῥάβδῳ."
[Φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις,
ἥ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.]
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|