<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 61 = Perry 327

Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,
ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.
καὶ πως συνηβόλησαν οἱ δύ' ἀλλήλοις,
χὠ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,
θήρην δ' ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην,
τά τ' εἶχον ἀντέδωκαν, εἶτα τὴν θήρην
ἤμειβον ἀεί, δεῖπνα δ' εἶχον ἡδίω,
ἕως τις αὐτοῖς εἶπεν "ἀλλὰ καὶ τούτων
τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθειῃ,
πάλιν δ' ἕκαστος ἃ πρὶν εἶχε ζητήσει." 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.