<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 67 = Perry 339

Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν.
ἀλκῇ μὲν ὁ λέων, ὁ δ' ὄνος ἐν ποσὶν κρείσσων.
ἐπεὶ δὲ λείαν ἔσχον ἄφθονον ζώων,
ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας,
καὶ "τὴν μὲν αὐτός" φησί "λήψομαι πρώτην·
βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην
ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δ' αὕτη
κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν."
Μέτρει σεαυτὸν· πρᾶγμα μηδὲν ἀνθρώπῳ
δυνατωτέρῳ σύναπτε μηδὲ κοινώνει. 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.