<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 7 = Perry 181

Ἄνθρωπος ἵππον εἶχε. τοῦτον εἰώθει
κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον
ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων
ἐκεῖνος ἐλθὼν πρὸς τὸν ἵππον ὡμίλει.
"ἤν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου,
τάχ' ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνῄσκω."
ὁ δ' "οὐ προάξεις;" εἶπε, "μή μ' ἐνοχλήσῃς."
εἷρπεν σιωπῶν, τῷ κόπῳ δ' ἀπαυδήσας
πεσὼν ἔκειτο νεκρός, ὡς προειρήκει.
τὸν ἵππον οὖν παρ' αὐτὸν εὐθέως στήσας
ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων
επ' αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους,
καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας.
ὁ δ' ἵππος "οἴμοι τῆς κακῆς" ἔφη "γνώμης·
οὗ γὰρ μετασχεῖν μεκρὸν οὐκ ἐβουλήθην,
τοῦτ' αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρείη."


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.