Aesop's Fables: Babrius
Babrius 74 = Perry
105
Ἴππος τε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους
κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου.
κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας
παρῆγεν ἔνδον καὶ παρ' ἑστίῃ θάλψας
πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων,
κριθὰς μὲν ἵππῳ, λάθυρα δ' ἐργάτῃ ταύρῳ·
ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἱστήκει.
ξενίης δ' ἀμοιβὴν ἀντέδωκαν ἀνθρόπῳ
μερίσαντες αὐτῷ τῶν ἐτῶν εφ' ὧν ἔζων,
ὁ μὲν ἵππος εὐθύς· διόπερ ἐν χρόνοις πρώτοις
ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴ γνώμην·
ὁ δὲ βοῦς μετ' αὐτόν· διόπερ εἰς μέσους ἥκων
μοχθεῖ, φίλεργός ἐστιν ὄλβον ἀθροίζων.
ὁ κύων δ' ἔδωκε, φασί, τοὺς τελευταίους·
διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας,
καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει,
ἀεὶ δ' ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει.
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|