<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 76 = Perry 320

Ἰππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει
ὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτῳ,
παραστάτην γενναῖον ἐν μάχαις κρίνων·
ἐπεὶ δ' ἐπαύσατ', ἦν δὲ λοιπὸν εἰρήνη
καὶ μισθὸν ἱππεὺς οὐκέτ' εἶχεν ἐκ δήμου,
τότ' ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης
κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων,
μισθῷ τε φόρτον ἔφερεν ἄλλοτ' αλλοῖον,
τὸ πνεῦμα σώζων ἐπ' ἀχύροισι δυστήνοις,
σάγην δὲ νώτοις ἔφερεν οὐκέθ' ἱππείην.
ὡς δ' αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη,
σάλπιγξ τ' ἐφώνει πᾶσιν ἀσπίδα σμήχειν
ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν,
κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας
ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων.
ὁ δ' ὀκλάσας ἔπιπτεν οὐκέτ' ἰσχύων.
"ἔντασσε πεζοῖς σαυτόν" εἶπεν "ὁπλίταις·
σὺ γάρ μ' ἀφ' ἵππων εἰς ὄνους μεταστήσας
πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις;" 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.