<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 94 = Perry 156

Λύκῳ ποτ' ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη·
ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν
ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας
ἀνελκύσειε καὶ πόνων ἄκος δοίη.
ὁ δ' ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει.
κἀκεῖνος αὐτῷ κάρχαρόν τι μειδήσας,
"σοὶ μισθὸς ἀρκεῖ" φησί "τῶν ἰατρέων
κεφαλὴν λυκείου στόματος ἐξελεῖν σώην."
Κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψῃ,
ἀλλ' ἀρκέσει σοι μή τι καὶ κακὸν πάσχειν.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.