<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 104 = Perry 76

Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ.

Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· "Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα." Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμβάλλουσιν.

(variant version from Chambry's first edition)

Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ.

Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ' ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυβῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν φηρίῳ παρέδωκα.
Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόβον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμβάλλουσιν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.