<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 135 = Perry 128

Ἰκτῖνος καὶ ὄφις.

Ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι ἐκ τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά. 

(variant version from Chambry's first edition)

Ἰκτῖνος καὶ ὄφις.

Ἰκτῖνος ὄφιν ἁρπάσας εἰς ὕψος ἀπέπτη. Ὁ δὲ ὄφις ἐπιστραφεὶς καὶ πλήξας τοῦτον, ἀμφοτέρους εἰς γῆν ἀφ' ὕψους πεσεῖν συμβέβηκε. Τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη· Τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐβούλου; Δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν.
Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.