<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 146 = Perry 117

Κάμηλος καὶ Ζεὺς.

Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι. 

(variant version from Chambry's first edition)

Κάμηλος καὶ Ζεὺς.

Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ
κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ·
Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο,
οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὄτων
ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ' ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.