Aesop's Fables (Chambry edition)
Chambry 18 = Perry 301
Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη.
Αἰσχρᾶς καὶ κακοτρόπου δούλης
ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμβάνου σα
λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ
δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ
ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν
ποιούσῃ. Ἡ δὲ καθ' ὕπνου φανεῖσα τῇ δούλῃ
ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν
ποιούσῃ, " ἀλλ' ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι
ᾧ σὺ φαίνῃ καλή."
Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι' αἰσχρὰ
πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς
εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |