Aesop's Fables (Chambry edition)
Chambry 183 = Perry 254
Κύων καὶ μάγειρος.
Κύων εἰσπηδήσας
εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου,
καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος
ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα,
εῖπεν· " Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν
ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ' ἐμοῦ καρδίαν
εἴληφας, ἀλλ' ἐμοὶ καρδίαν ἔδωκας." Ὁ
μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα
τοῖς ἀνθρώποις μαθήματα γίνονται.
(this version was the primary selection in Chambry's
first edition)
Κύων καὶ μάγειρος.
Κύων εἴς τι μαγειρεῖον εἰσελθών,
τοῦ μαγείρου ἀσχοληθέντος, καρδίαν ἁρπάσας
ἔφυγεν. Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο
αὐτόν, εἶπεν· Ἀλλ', ὦ οὗτος, ὅπου ἂν ᾖς,
φυλάξομαι σε· οὐ γὰρ ἀπ' ἐμοῦ καρδίαν
εἴληφας, ἀλλ' ἐμοὶ καρδίαν δέδωκας.
Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα
τοῖς ἀνθρώποις μαθήματα γίνονται.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |