<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 214 = Perry 152

Λῃστὴς καὶ συκάμινος.

Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένον, ἔφευγε. Τῶν δὲ ἀντικρὺς ὁδευόντων πυνθανομένων αὐτοῦ τίνι μεμελυσμένας ἔχει τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου νεωστὶ καταβεβηκέναι. Καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν. Ἡ δὲ ἔφη πρὸς αὐτόν· "Ἀλλ' ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου."
Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ' ἐνίων ὡς φαῦλοι διαβάλλωνται, κατ' αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.