<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 216 = Perry 342

Λύκοι καὶ κύνες πρὸς αὐτοὺς καταλλαγέντες.

Οἱ λύκοι τοῖς κυσὶν εἶπον· "Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν. Οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ' αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν. Ἀλλ' ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες." Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν.
Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.

(variant version from Chambry's first edition)

Λύκοι καὶ κύνες πρὸς αὐτοὺς καταλλαγέντες.

Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον·
Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες
οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους;
οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ·
ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ·
ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις,
κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους,
καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως·
ἀλλ' οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε,
ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας.
Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων,
κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις,
μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου.
Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι,
ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι.
Ὡς δ' ὑπήκουσαν παραυτίκα οἱ κύνες,
εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι
καὶ παραυτίκα διέφθειραν τοὺς κύνας,
ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.

Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.