<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 237 = Perry 165

Μύες καὶ γαλαῖ.

Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτόν, ὑπέλαβον ὅτι δι' ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν. Οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων φανῆναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμβανόμενοι κατησθίοντο.
Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία γίνεται.

(variant version from Chambry's first edition)

Μύες καὶ γαλαῖ.

Γαλαῖ καὶ μύες ἄσπονδον εἶχον μάχην. Οἱ δὲ μύες, δόρατα καὶ ἅρματα ἐξ ἀχύρου λαβόντες, συνεκρότησαν τὸν πόλεμον. Αἱ δὲ γαλαῖ ὥρμησαν κατ' αὐτῶν. Οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυβῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν.
Ὅτι ἀδύνατόν τιν' οὐδεῖ συγκροτεῖν τοὺς πολέμους.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.