<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 242 = Perry 235

Μύρμηξ καὶ περιστερά.

Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔρριψεν, ἐφ' οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δ' ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔρριψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.

(variant version from Chambry's first edition)

Μύρμηξ καὶ περιστερά.

Μύρμηξ διψήσας, κατελθὼν εἴς τινα πηγὴν βουλόμενος πιεῖν, ἀπεπνίγετο. Περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔβαλε, δι' οὗ ἐπιβὰς ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δὲ παραστὰς καὶ συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν λαβεῖν ἤθελεν· ὁ δὲ μύρμηξ δακὼν εἰς τὸν πόδα τὸν ἰξευτὴν τοὺς καλάμους διασεῖσαι ἐποίησε, τὴν δὲ περιστερὰν φυγεῖν.
Ὁ μῦθος δηλοῖ ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει καὶ ἀλλήλοις ὠφελεῖ.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.