<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 247 = Perry 351

Νεβρὸς καὶ ἔλαφος.

Νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. Τί δή ποτ' οὖν οὕτω τούτους φοβῇ; Κἀκεῖνος γελῶν εἶπεν· Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ' οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ' ὅπως ἐκφέρομαι. Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.

(variant version from Chambry's first edition)

Μόσχος καὶ ἔλαφος.

Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε·
Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις
καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα·
κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις.
Τί δέ, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας;
Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα·
Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω
εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον·
ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω,
εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι.

Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.