<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 249 = Perry 170

Νοσῶν καὶ ἰατρός.

Νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ πῶς διετέθη, ἔλεγε πλέον τοῦ δέοντος ἱδρωκέναι. Ὁ δὲ ἔφη· Ἀγαθὸν τοῦτο. Ἐκ δευτέρου δὲ ἐρωτώμενος πῶς ἔχοι, ἔφη φρίκῃ συνεχόμενος διατετινάχθαι. Ὁ δέ· Καὶ τοῦτο, ἔφη, ἀγαθόν. Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε. Κἀκεῖνος ἀγαθὸν καὶ τοῦτο φήσας ἀπηλλάγη. Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα.
Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ' οἷς αὐτοὶ παρ' ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.

(variant version from Chambry's first edition)

Νοσῶν καὶ ἰατρός.

Νοσῶντι ὁ ἰατρός· Πῶς ἔχεις; ἔφη.
Φρίκη σφοδρά με τὸν τάλανα κατέχει
καὶ τετάραγμαι ὑπ' αὐτῆς οὐ μετρίως.
Ὁ δὲ πρὸς τοῦτον ἀγαθὸν εἶναι λέγει.
Ἐπερωτήσας δὲ πάλιν ἐκ δευτέρου
ὁ ἰατρός Πῶς ἔχεις; τὸν ἀσθενοῦντα,
Θερμῇ, ἔφησε, περιπεσὼν κακίστῃ,
κεῖμαι ὑπ' αὐτῆς δεινῶς τεταραγμένος.
Κἀκεῖνος πάλιν ἀγαθὸν ἔφη τοῦτο.
Καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας
Πῶς ἔχεις, ὦ ἄδελφε φίλε; ῥωννύου,
ὁδέ· Ἀπόλλυμαι ἐν ἀγαθοῖς ἔφη.

Τοῦτο δηλοῖ ὅτι οὓς παραμυθέοντας ἔθος τυγχάνει ψευδεῖς τοὺς πάσχοντας παρηγορεῖν λόγοις.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.