<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 256 = Perry 67

Ὁδοιπόροι καὶ πέλεκυς.

Δύο ἐν ταὐτῷ ὡδοιπόρουν. Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· Εὑρήκαμεν. Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν Εὑρήκαμεν, ἀλλ' Εὕρηκας. Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· Ἀπολώλαμεν. Ἐκεῖνος δὲ ἔφη· Μὴ ἀπολώλαμεν εἴπῃς, ἀλλ' ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

(variant version from Chambry's first edition)

Ὁδοιπόροι καὶ πέλεκυς.

Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· Εὕρηκα, ἀλλ' Εὑρήκαμεν. Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· Ἀπολώλαμεν. Ὁ δὲ εἶπεν· Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδ' ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.