<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 300 = Perry 265

Πέρδιξ καὶ ἄνθρωπος.

Πέρδικά τις θηρεύσας ἤμελλε σφάξαι. Ἡ δὲ ἱκέτευε λέγουσα· "Ἔασόν με ζῆν καὶ ἀντ' ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω." Ὁ δὲ εἶπεν· "Δι' αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις." Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.

(variant version from Chambry's first edition)

Πέρδιξ καὶ κυνηγέτης.

Πέρδικα δὲ τις κυνηγέτης ἀγρεύσας
ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην.
Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα·
Ἔασόν με ζῆν, κυνηγέτα περδίκων,
ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω.
Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη·
Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω,
ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. 


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.