<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 344 = Perry 225

Φιλάργυρος.

Φιλάργυρός τις οὐσίαν αὐτοῦ ἅπασαν ἐξαργυρωσάμενος καὶ βῶλον χρυσοῦν ποιήσας καὶ τοῦτον ἔν τινι τοίχῳ κατορύξας, καθ' ἑκάστην ἐρχόμενος ἑώρα αὐτόν. Καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας, καταλαβὼν τὸν τόπον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο. Μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος δεσπότης καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαβὼν λίθον, θὲς ἀντ' αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. Ὁ μῦθος δηλοῖ ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. 

(variant version from Chambry's first edition)

Φιλάργυρος.

Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος βῶλον χρυσοῦν ὠνήσατο καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις καὶ ὑπονοήσας τὸ ἀληθές, ἀπαλλαγέντος αὐτοῦ, τὸ χρυσίον ἀνείλατο. Ὁ δέ, ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενόν, ἔκλαιε καὶ τὰς τρίχας ἐσπάρασσεν. Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· Μὴ λυποῦ, λαβὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.
Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.