<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 357 = Perry 272

Ψύλλα καὶ ἄνθρωπος.

Ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει.
Καὶ δὴ συλλαβών· "Τίς εἶ σύ, ἀνεβόα,
ὅτι πάντα μου μέλη κατεβοσκήσω
εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων;"
Ἡ δὲ ἐβόα· "Οὕτως ζῶμεν, μὴ κτείνῃς·
μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι."
Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
"Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ' ὅλως πρέπει καθόλου που φυῆναι."
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.