Aesop's Fables (Chambry edition)
Chambry 43 = Perry 27
Ἀλώπηξ πρὸς
μορμολύκειον.
Ἀλώπηξ εἰς οἰκίαν
ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ
σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν
μορμολυκείου εὐφυῶς κατεσκευασμένην,
ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη·
Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει.
Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν
τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.
(this version was the
primary selection in Chambry's first edition)
Ἀλώπηξ πρὸς μορμολύκειον.
Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου
ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων
διερευνῶσα, ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ,
τοῦτο ἐπάρασα εἶπεν· Οἵα κεφαλὴ ἐγκέφαλον
οὐκ ἔχει.
Πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ
ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |