<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 56 = Perry 29

Ἀνθρακεὺς καὶ γναφεύς.

Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· Ἀλλ' ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασβολώσεις. Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι. 

(variant version from Chambry's first edition)

Ἀνθρακεὺς καὶ γναφεύς.

Ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. Ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη· Ἀλλ' οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι· δέδια γὰρ μή πως ἅπερ ἐγὼ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς.
Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.