<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 58 = Perry 283

Ἄνθρωπος καὶ ἀλώπηξ.

Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἦν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.  Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάβη γίνεται μεγάλη τοῖς δυσοργήτοις. 

(variant version from Chambry's first edition)

Ἄνθρωπος καὶ ἀλώπηξ.

Ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί. Ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ὃ δὴ καὶ κατέκαυσεν· ὥρα γὰρ ἦν θέρους ἀκμαιότητος. Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος.
Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάβη τοῖς δυσοργίστοις ἐγγίνεται. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.