<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 61 = Perry 285

Ἄνθρωπος καταθραύσας ἄγαλμα.

Ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτ' ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, -- ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· Στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφελησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ.

(this version was the primary selection in Chambry's first edition)

Ἄνθρωπος καταθραύσας ἄγαλμα.

Ἄνθρωπος δέ τις ξύλινον θεὸν ἔχων
καθικέτευεν τοῦ ἀγαθοποιῆσαι.
Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων,
μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ.
Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους,
ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας.
Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης,
ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα,
ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα·
Στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων·
τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με,
τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.