<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 63 = Perry 288

Ἄρκτος καὶ ἀλώπηξ.

Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας
Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει.

(this version was the primary selection in Chambry's first edition)

Ἄρκτος καὶ ἀλώπηξ.

Ἄρκτος δὲ ποτε μεγάλως ἐκαυχᾶτο
ὡς φιλανθρωπότατόν ἐστι τῶν ζώων·
φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι.
ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα
ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει·
Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας.

Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. 


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.