<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 66 = Perry 44

Βάτραχοι αἰτοῦντες βασιλέα.

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λιμνης ἐνέδυσαν. Ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ' αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ' οὗ συλλαμβανόμενοι κατησθίοντο. Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους. 

(variant version from Chambry's first edition)

Βάτραχοι αἰτοῦντες βασιλέα.

Πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι' ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι. Καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. Χρόνῳ δέ τινι τοῦ ξύλου ἀκινήτως ὄντος κατεφρόνησαν ὥστε καὶ ἐπιβάντες ἐπάνωθεν πολεμεῖν ἀλλήλοις. Καὶ πάλιν ἐδέοντο τοῦ Διὸς τύραννον ἢ στρατηγὸν λαβεῖν. Ὁ δὲ βδελυχθεὶς αὐτοὺς ὕδρον ἔδωκε διαφθείροντα τοὺς βατράχους.
Ὅτι πολλοὶ φεύγοντες δουλεύειν εἰρηνικοῖς δεσπόταις καὶ ἄκοντες εἰς πονηροὺς ἐνέπεσον. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.