<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 70 = Perry 45

Βόες καὶ ἄξων.

Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας; Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.

(variant version from Chambry's first edition)

Βοηλάτης καὶ ἅμαξα.

Ἐν πόλει μεγίστην ταῦροι ἅμαξαν εἷλκον· ἡ δὲ ἔτριζεν ἰσχυρῶς. Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· Ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων;
Ὅτι τινὲς ἐπ' ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.