<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 81 = Perry 51

Γεωργὸς καὶ ὄφις τὸν παῖδα αὐτοῦ ἀποκτείνας.

Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως, κατενεγκὼν τὸν πέλεκυν, τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν ὅπως αὐτῷ διαλλαγῇ. Ὁ δὲ εἶπεν· Ἀλλ' οὔτε ἐγὼ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον. Ὁ λόγος δηλοῖ ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίως τὰς καταλλαγὰς ἔχουσι. 

(variant version from Chambry's first edition)

Γεωργὸς καὶ ὄφις τὸν παῖδα αὐτοῦ ἀποκτείνας

Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων
ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας
καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον.
Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν.
Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης
πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο
τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν.
Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι,
εὐθὺς ὁ ἀνὴρ καταδραμὼν ὀπίσω
στερρῶς κατ' αὐτοῦ τὸ ξίφος καταφέρει.
Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον
μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον.
Ὃς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ,
λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι,
αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην.
Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας
(καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὀ ὄφις)
τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων·
Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς,
ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει·
ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι,
καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου
βλέπων καθ' ὥραν, οὐκέτι εἰρηνεύσεις.
Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιβῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.