<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 85 = Perry 299

Γεωργὸς καὶ φυτόν.

Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτεμεῖν ἤμελλεν. Καὶ δὴ τὸν πέλεκυν λαβὼν ἐπέφερε τὴν πλήγην. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ' ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. Ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο. Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν ὅσον τὸ κερδαλέον ἐπιδιώκουσι.

(variant version from Chambry's first edition)

Γεωργὸς καὶ φυτόν.

Φυτὸν δέ ποτε γεωργοῦ ἦν εἰς χώραν
καρπὸν μὴ φέρον τὸ τοιοῦτον μηδ' ὅλως.
Τοῦτο δ' ὑπῆρχε στρουθῶν κατοικεσία
ἅμα τεττίγων φωνούντων, κελαδούντων.
Ὁ οὖν γεωργὸς ὡς ἄχρηστον ὑπάρχον
ἤθελε τεμεῖν τὸ ἄκαρπον ἐκεῖνο.
Καὶ δὴ, συλλαβόντος πέλεκυν τοῦ πλῆξαι,
στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν
ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες·
Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου,
γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην·
μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν.
Εἰ δέ γε τοῦτο θελήσειας ποιῆσαι,
τί σοι τὸ κέρδος ἐκγενήσεται τούτου;
Ὃς μὴ οἰκτείρας, μὴ τούτους ἐλεήσας
τρισσῶς ἔπληξε μετ' ἀξίνης τὸ δένδρον.
Ὡς δὲ ῥαγάδα εὐθέως πεποιήκει,
σμῆνος μελισσῶν καὶ μέλι εὐθὺς εὗρεν·
οὗ γευσάμενος τὸν πέλεκυν προσρίπτει
καὶ τοῦ δένδρου εὐθέως ἐπεμελεῖτο
πλεῖον τῶν δένδρων ὧν εἰχε τῶν ἐγκάρπων.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.