<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 95 = Perry 62

Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός.

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὸ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωνιὸς ἀνέδυ --ἐστὶ δὲ οὗτος μικρὸς ἐχθύς καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν· Ἀλλ' ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ἑπ' ἀλλήλων διαφθαρῆναι j σοῦ διαλλακτοῦ τυχεῖν. Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.

(variant version from Chambry's first edition)

Δελφῖνες καὶ φάλαιναι καὶ καρίς.

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· Ἀλλ' ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ' ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν.
Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.