Aesop's Fables (Chambry edition)
Chambry 99 = Perry 302
Δρύες καὶ Ζεὺς.
Αἱ δρύες κατεμέμφοντο
τοῦ Διὸς λέγουσαι ὅτι μάτην παρήχθημεν
ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ
βιαίως τὴν τομὴν ὑφιστάμεθα. Καὶ ὁ
Ζεύς· Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης
ἑαταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ
γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς
τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε,
οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. Αἴτιοί
τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες
τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.
(this version was the
primary selection in Chambry's first edition)
Δρύες καὶ Ζεὺς.
Αἱ δρύες κατεμέμφοντο τὸν
Δία ὅτι ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ
τῶν λοιπῶν φυτῶν ἐποίησας; Ὁ δὲ Ζεὺς
εἶπεν· Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς·
εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε,
οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν.
Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες
τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |